Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.91.2 | Hdt. 9.93.3 (English) | >>Hdt. 9.94.2 |
9.93.1
οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ ὑστεραίῃ ἐκαλλιερέοντο , μαντευομένου σφι Δηιφόνου τοῦ Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω , Ἀπολλωνίης δὲ τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ . τούτου τὸν πατέρα Εὐήνιον κατέλαβε πρῆγμα τοιόνδε . ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα , τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ Χῶνα ποταμόν , ὃς ἐκ Λάκμονος ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρʼ Ὤρικον λιμένα , τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν , οὗτοι φυλάσσουσι ἐνιαυτὸν ἕκαστος · περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός · ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς .
9.93.2 ἔνθα δὴ τότε ὁ Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε . καὶ κοτὲ αὐτοῦ κατακοιμήσαντος φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα . ὁ δὲ ὡς ἐπήισε , εἶχε σιγῇ καὶ ἔφραζε οὐδενί , ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος .
9.93.3 καὶ οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα , ἀλλʼ ὡς ἐπύθοντο , ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον κατέκριναν , ὡς τὴν φυλακὴν κατακοιμήσαντα , τῆς ὄψιος στερηθῆναι . ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν , αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίως καρπόν .
9.93.4 πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγίνετο , ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ , οἱ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν · αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους , οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν ἢ δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ · τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.91.2 | Hdt. 9.93.3 (English) | >>Hdt. 9.94.2 |